Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.1 Joseph. BJ 6.10 (English) >>Joseph. BJ 6.16

6.7οὐδείς τε τὴν πάλαι Ἰουδαίαν καὶ τὰ περικαλλῆ προάστεια τῆς πόλεως ἑωρακὼς ἀλλόφυλος, ἔπειτα τὴν τότε βλέπων ἐρημίαν οὐκ ὠλοφύρατο καὶ κατεστέναξεν τὴν μεταβολὴν παρʼ ὅσον γένοιτο· 6.8πάντα γὰρ ἐλυμήνατο τὰ σημεῖα τοῦ κάλλους πόλεμος, καὶ οὐκ ἄν τις ἐξαπίνης ἐπιστὰς τῶν προεγνωκότων ἐγνώρισε τὸν τόπον, ἀλλὰ παρὼν ἐζήτει τὴν πόλιν. 6.9

Ῥωμαίοις δὲ καὶ Ἰουδαίοις τὸ τέλος τῶν χωμάτων ἴσην ἐνεποίει δέους ἀρχήν· 6.10οἱ μὲν γάρ, εἰ μὴ καὶ ταῦτα καύσειαν, ἁλώσεσθαι τὴν πόλιν προσεδόκων, Ῥωμαῖοι δʼ οὐκ ἂν ἔθʼ αἱρήσειν κἀκείνων διαφθαρέντων. 6.11ὕλης τε γὰρ ἦν ἀπορία, καὶ τῶν μὲν πόνων ἤδη τὸ σῶμα, τῶν δὲ ἐπαλλήλων πταισμάτων αἱ ψυχαὶ τοῖς στρατιώταις ἐλείποντο. 6.12τάς γε μὴν κατὰ τὴν πόλιν συμφορὰς Ῥωμαίοις πλέον εἶναι συνέβαινε πρὸς ἀθυμίας τοῖς ἐν αὐτῇ· παρὰ γὰρ τὰ τηλικαῦτα πάθη τοῖς μαχομένοις οὐδὲν ἐχρῶντο μαλακωτέροις, 6.13ἀλλʼ ἐθραύοντο πάντοτε τὰς ἐλπίδας, τῶν μὲν χωμάτων ταῖς ἐπιβουλαῖς, τῶν δʼ ὀργάνων στερρότητι τοῦ τείχους, τῆς δὲ κατὰ χεῖρα μάχης ταῖς τῶν συμπλεκομένων τόλμαις πλεονεκτούμενοι, τὸ δὲ μέγιστον, στάσεώς τε καὶ λιμοῦ καὶ πολέμου καὶ τοσούτων κακῶν εὑρίσκοντες ἐπάνω τὸ παράστημα τῆς ψυχῆς Ἰουδαίους ἔχοντας.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.1 Joseph. BJ 6.10 (English) >>Joseph. BJ 6.16

Powered by PhiloLogic